Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 6.77.3 Hdt. 6.79.1 (English) >>Hdt. 6.81.1

6.78.1 μαθὼν δὲ Κλεομένης ποιεῦντας τοὺς Ἀργείους ὁκοῖόν τι σφέτερος κῆρυξ σημήνειε, παραγγέλλει σφι, ὅταν σημήνῃ κῆρυξ ποιέεσθαι ἄριστον, τότε ἀναλαβόντας τὰ ὅπλα χωρέειν ἐς τοὺς Ἀργείους. 6.78.2 ταῦτα καὶ ἐγένετο ἐπιτελέα ἐκ τῶν Λακεδαιμονίων· ἄριστον γὰρ ποιευμένοισι τοῖσι Ἀργείοισι ἐκ τοῦ κηρύγματος ἐπεκέατο, καὶ πολλοὺς μὲν ἐφόνευσαν αὐτῶν, πολλῷ δέ τι πλεῦνας ἐς τὸ ἄλσος τοῦ Ἄργου καταφυγόντας περιιζόμενοι ἐφύλασσον.

ch. 79 6.79.1 ἐνθεῦτεν δὲ Κλεομένης ἐποίεε τοιόνδε. ἔχων αὐτομόλους ἄνδρας καὶ πυνθανόμενος τούτων, ἐξεκάλεε πέμπων κήρυκα ὀνομαστὶ λέγων τῶν Ἀργείων τοὺς ἐν τῷ ἱρῷ ἀπεργμένους, ἐξεκάλεε δὲ φὰς αὐτῶν ἔχειν τὰ ἄποινα. ἄποινα δὲ ἐστὶ Πελοποννησίοισι δύο μνέαι τεταγμέναι κατʼ ἄνδρα αἰχμάλωτον ἐκτίνειν. κατὰ πεντήκοντα δὴ ὦν τῶν Ἀργείων ὡς ἑκάστους ἐκκαλεύμενος Κλεομένης ἔκτεινε. 6.79.2 ταῦτα δέ κως γινόμενα ἐλελήθεε τοὺς λοιποὺς τοὺς ἐν τῷ τεμένεϊ· ἅτε γὰρ πυκνοῦ ἐόντος τοῦ ἄλσεος, οὐκ ὥρων οἱ ἐντὸς τοὺς ἐκτὸς τι ἔπρησσον, πρίν γε δὴ αὐτῶν τις ἀναβὰς ἐπὶ δένδρον κατεῖδε τὸ ποιεύμενον. οὔκων δὴ ἔτι καλεόμενοι ἐξήισαν.

ch. 80 6.80.1 ἐνθαῦτα δὴ Κλεομένης ἐκέλευε πάντα τινὰ τῶν εἱλωτέων περινέειν ὕλῃ τὸ ἄλσος, τῶν δὲ πειθομένων ἐνέπρησε τὸ ἄλσος. καιομένου δὲ ἤδη ἐπείρετο τῶν τινα αὐτομόλων τίνος εἴη θεῶν τὸ ἄλσος· δὲ ἔφη Ἄργου εἶναι. δὲ ὡς ἤκουσε, ἀναστενάξας μέγα εἶπε· “ Ἄπολλον χρηστήριε, μεγάλως με ἠπάτηκας φάμενος Ἄργος αἱρήσειν· συμβάλλομαι δʼ ἐξήκειν μοι τὸ χρηστήριον.”



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 6.77.3 Hdt. 6.79.1 (English) >>Hdt. 6.81.1

Powered by PhiloLogic